σημῆναι, καὶ ζορκὸς ἐπʼ ἴχνιον ἡγήσασθαι. ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο) εὗρες ἐπὶ προμολῆισʼ ὄρεος τοῦ Παρρασίοιο σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἳ μὲν ἐπʼ ὄχθηις αἰὲν ἐβουκολέοντο μελαμψήφιδος ἀναύρου, μάσσονες ἢ ταῦροι, κεράων δʼ ἀπελάμπετο χρυσός· ἐξαπίνης δʼ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες ʼτοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴηʼ.