τρεῖς δὲ παρουαίους ἕνα δʼ αἰόλον, οἵ ῥα λέοντας αὐτοὺς αὖ ἐρύοντας, ὅτε δράξαιντο δεράων, εἷλκον ἔτι ζώοντας ἐπʼ αὐλίον, ἑπτὰ δʼ ἔδωκε θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν, καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαί σημῆναι, καὶ ζορκὸς ἐπʼ ἴχνιον ἡγήσασθαι. ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο) εὗρες ἐπὶ προμολῆισʼ ὄρεος τοῦ Παρρασίοιο σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἳ μὲν ἐπʼ ὄχθηις αἰὲν ἐβουκολέοντο μελαμψήφιδος ἀναύρου, μάσσονες ἢ ταῦροι, κεράων δʼ ἀπελάμπετο χρυσός· ἐξαπίνης δʼ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες ʼτοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴηʼ. πέντʼ ἔσαν αἱ πᾶσαι· πίσυρας δʼ ἕλες ὦκα θέουσα νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι. τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν Ἥρης ἐννεσίηισιν, ἀέθλιον Ἡρακλῆι ὕστερον ὅφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο. Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι ἔντεα καὶ ζώνη, χρύσεον δʼ ἐζεύξαο δίφρον, ἐν δʼ ἐβάλευ χρύσεια θεὴ κεμάδεσσι χαλινά. ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατʼ ἀείρειν; Αἵμωι ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα. ποῦ δʼ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης; Μυσῶι ἐν Οὐλύμπωι, φάεος δʼ ἐνέηκας ἀυτμήν ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί. ποσσάκι δʼ ἀργυρέοιο θεὴ πειρήσαο τόξου; πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,