Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν. τὶν δʼ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγούς τρεῖς δὲ παρουαίους ἕνα δʼ αἰόλον, οἵ ῥα λέοντας αὐτοὺς αὖ ἐρύοντας, ὅτε δράξαιντο δεράων, εἷλκον ἔτι ζώοντας ἐπʼ αὐλίον, ἑπτὰ δʼ ἔδωκε θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν, καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαί