οὐδέποτʼ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες. ἀλλʼ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι, μήτηρ μὲν Κύκλωπας ἑῆι ἐπὶ παιδὶ καλιστρεῖ, Ἄργην ἢ Στερόπην· ὃ δὲ δώματος ἐκ μυχάτοιο ἔρχεται Ἑρμείης σποδιῆι κεχριμένος αἰθῆι· αὐτίκα τὴν κούρην μορμύσσεται, ἣ δὲ τεκούσης δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας. κοῦρα σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα,