ἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν. τῶι σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι οὔτʼ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι. οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί οὐδέποτʼ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες. ἀλλʼ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι, μήτηρ μὲν Κύκλωπας ἑῆι ἐπὶ παιδὶ καλιστρεῖ, Ἄργην ἢ Στερόπην· ὃ δὲ δώματος ἐκ μυχάτοιο ἔρχεται Ἑρμείης σποδιῆι κεχριμένος αἰθῆι· αὐτίκα τὴν κούρην μορμύσσεται, ἣ δὲ τεκούσης δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας. κοῦρα σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα, εὖτʼ ἔμολεν Λητώ σε μετʼ ἀγκαλίδεσσι φέρουσα, Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη, Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι, στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης, ὤλοψας δὲ βίηιφι· τὸ δʼ ἄτριχον εἰσέτι καὶ νῦν μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσηι φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματʼ ἀλώπηξ. τῶι μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος ʼΚύκλωπες κἠμοί τι Κυδώνιον εἰ δʼ ἄγε τόξον ἠδʼ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων. αἰ δέ κʼ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιενʼ. ἔννεπες· οἳ δʼ ἐτέλεσσαν· ἄφαρ δʼ ὡπλίσσαο δαῖμον. αἶψα δʼ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δʼ αὖλιν Ἀρκαδικὴν ἔπι Πανός. ὃ δὲ κρέα λυγκὸς ἔταμνε Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν. τὶν δʼ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγούς