αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει, εὖθʼ οἵ γε ρῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον ἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν. τῶι σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι οὔτʼ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι. οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί