ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον· ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην. αἱ νύμφαι δʼ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα πρηόσιν †ὀσσείοισιν ἐοικότα, πᾶσι δʼ ὑπʼ ὀφρύν φάεα μουνόγληνα σάκει ἴσα τετραβοείωι δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τʼ ἄημα φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,