Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς ἔσσηι καὶ λιμένεσσιν ἐπίσκοποσʼ. ὣς ὃ μὲν εἰπὼν μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕληι· ἔνθεν ἐπʼ Ὠκεανόν· πολέας δʼ ἐπελέξατο νύμφας, πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους. χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς, οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς. αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε νήσωι ἐνὶ Λιπάρηι (Λιπάρη νέον, ἀλλὰ τότʼ ἔσκεν οὔνομά οἱ Μελιγουνίς) ἐπʼ ἄκμοσιν Ἡφαίστοιο ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον· ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην. αἱ νύμφαι δʼ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα πρηόσιν †ὀσσείοισιν ἐοικότα, πᾶσι δʼ ὑπʼ ὀφρύν φάεα μουνόγληνα σάκει ἴσα τετραβοείωι δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τʼ ἄημα φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη, αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει, εὖθʼ οἵ γε ρῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον ἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν. τῶι σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι οὔτʼ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι. οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί οὐδέποτʼ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες. ἀλλʼ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,