τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω, τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν εἴσεται ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι· πολλὰς δὲ ξυνῆι πόλιας διαμετρήσασθαι μεσσόγεως νήσους τε· καὶ ἐν πάσηισιν ἔσονται Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς ἔσσηι καὶ λιμένεσσιν ἐπίσκοποσʼ. ὣς ὃ μὲν εἰπὼν μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη