πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη. μή τις ἀτιμήσηι τὴν Ἄρτεμιν (οὐδὲ γὰρ Οἰνεῖ βωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες), μηδʼ ἐλαφηβολίην μηδʼ εὐστοχίην ἐριδαίνειν (οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγωι ἔπι κόμπασε μισθῶι),