οὔτʼ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος ὅσσων ἐν λειμῶνι Καϋστρίωι ἔσταν ἅμαζαι νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται. πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη. μή τις ἀτιμήσηι τὴν Ἄρτεμιν (οὐδὲ γὰρ Οἰνεῖ βωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες), μηδʼ ἐλαφηβολίην μηδʼ εὐστοχίην ἐριδαίνειν (οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγωι ἔπι κόμπασε μισθῶι),