κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης. ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν οὔτʼ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος ὅσσων ἐν λειμῶνι Καϋστρίωι ἔσταν ἅμαζαι νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.