μήτηρ, ἀλλʼ ἀμογητὶ φίλων ἀπεθήκατο γυίωνʼ. ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας, μέχρις ἵνα ψαύσειε. πατὴρ δʼ ἐπένευσε γελάσσας, φῆ δὲ καταρρέζων ʼὅτε μοι τοιαῦτα θέαιναι τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης χωομένης ἀλέγοιμι. φέρευ τέκος ὅσσʼ ἐθελημός αἰτίζεις, καὶ δʼ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.