κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον δωμήθη, τοῦ δʼ οὔτι θεώτερον ὄψεται ἠώς οὐδʼ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι. τῶι ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν ἤγαγε Κιμμερίων ψαμάθωι ἴσον, οἵ ῥα παρʼ αὐτόν κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης. ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν