αὐταὶ δʼ, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλωι στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῆι (οὐ γάρ πω νέβρεια διʼ ὀστέα τετρήναντο, ἔργον Ἀθηναίης ἐλάφωι κακόν)· ἔδραμε δʼ ἠχώ Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἳ δὲ πόδεσσιν οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι. κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον δωμήθη, τοῦ δʼ οὔτι θεώτερον ὄψεται ἠώς οὐδʼ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι. τῶι ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν ἤγαγε Κιμμερίων ψαμάθωι ἴσον, οἵ ῥα παρʼ αὐτόν κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης. ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν οὔτʼ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος ὅσσων ἐν λειμῶνι Καϋστρίωι ἔσταν ἅμαζαι νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται. πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη. μή τις ἀτιμήσηι τὴν Ἄρτεμιν (οὐδὲ γὰρ Οἰνεῖ βωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες), μηδʼ ἐλαφηβολίην μηδʼ εὐστοχίην ἐριδαίνειν (οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγωι ἔπι κόμπασε μισθῶι), μηδέ τινα μνᾶσθαι τὴν παρθένον (οὐδὲ γὰρ Ὦτος, οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν), μηδὲ χορὸν φεύγειν ἐνιαύσιον (οὐδὲ γὰρ Ἱππώ ἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι)· χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῆι.