αὐταὶ δʼ, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλωι στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῆι (οὐ γάρ πω νέβρεια διʼ ὀστέα τετρήναντο, ἔργον Ἀθηναίης ἐλάφωι κακόν)· ἔδραμε δʼ ἠχώ Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἳ δὲ πόδεσσιν οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι.