τάων Μαιναλίη νᾶεν φόνωι ἀκρώρεια. πότνια πουλυμέλαθρε πολύπτολι χαῖρε Χιτώνη Μιλήτωι ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεύς ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν. Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δʼ Ἀγαμέμνων πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῶι μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας, Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν