Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορʼ ἀέθλου. καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο πότνια σὴν ὁμόθηρον ἐθήκαο· καὶ δὲ σὲ φασί καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι, αἳ πρῶται θοὰ τόξα καὶ ἀμφʼ ὤμοισι φαρέτρας ἰοδόκους ἐφόρησαν· ἀσύλλωτοι δέ φιν ὦμοι δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός. ἤινησας δʼ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην,