ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνωι ἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι· δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος τῆς κούρης, ὅτʼ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτωι. Οὖπι ἄνασσʼ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνην Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης. καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῆι ποτʼ ἔδωκας αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη