ἣ δʼ ὁτὲ μὲν λασίηισιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη, ἄλλοτε δʼ εἱαμενῆισιν· ὃ δʼ ἐννέα μῆνας ἐφοίτα παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν, μέσφʼ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων δίκτυα, τά σφʼ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες νύμφην μὲν Δίκτυναν, ὄρος δʼ ὅθεν ἥλατο νύμφη Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμούς