τίς δὲ λιμήν, ποίη δὲ πόλις; τίνα δʼ ἔξοχα νυμφέων φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας; εἰπὲ θεὴ σὺ μὲν ἄμμιν, ἐγὼ δʼ ἑτέροισιν ἀείσω. νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη, Τηύγετον δʼ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο. ἔξοχα δʼ ἀλλάων Γορτυνίδα φίλαο νύμφην, ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνως πτοιηθεὶς ὑπʼ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.