τέμνειν ὦλκα βαθεῖαν· ἐπεὶ θεὸς οὔποτʼ ἐκεῖνον ἦλθε παρʼ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται. τίς δέ νύ τοι νήσων, ποῖον δʼ ὄρος εὔαδε πλεῖστον, τίς δὲ λιμήν, ποίη δὲ πόλις; τίνα δʼ ἔξοχα νυμφέων φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας; εἰπὲ θεὴ σὺ μὲν ἄμμιν, ἐγὼ δʼ ἑτέροισιν ἀείσω. νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη, Τηύγετον δʼ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο. ἔξοχα δʼ ἀλλάων Γορτυνίδα φίλαο νύμφην, ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνως πτοιηθεὶς ὑπʼ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης. ἣ δʼ ὁτὲ μὲν λασίηισιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη, ἄλλοτε δʼ εἱαμενῆισιν· ὃ δʼ ἐννέα μῆνας ἐφοίτα παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν, μέσφʼ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων δίκτυα, τά σφʼ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες νύμφην μὲν Δίκτυναν, ὄρος δʼ ὅθεν ἥλατο νύμφη Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμούς ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνωι ἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι· δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος τῆς κούρης, ὅτʼ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτωι. Οὖπι ἄνασσʼ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνην Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης. καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῆι ποτʼ ἔδωκας αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορʼ ἀέθλου. καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο