παύσατʼ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη, τῆι ποτʼ ἀροτριόωντι συνήντετο Θειοδάμαντι. σοὶ δʼ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν ὠκύθοον τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδουσιν· ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο ὕδατος, ὄφρʼ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.