κερδαλέωι μύθωι σε θεὴ μάλα τῶιδε πινύσκει βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθόν ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωούς οὔρεα βόσκεσθαι· τί κέ μιν πρόκες ἠὲ λαγωοί ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται. καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλʼ ἐπὶ καὶ τούς. ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο. οὐ γὰρ ὅ γε Φρυγίηι περ ὑπὸ δρυὶ γυῖα θεωθείς