ταῦρον ὅτʼ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε χλούνην κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα· κερδαλέωι μύθωι σε θεὴ μάλα τῶιδε πινύσκει βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθόν ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωούς οὔρεα βόσκεσθαι· τί κέ μιν πρόκες ἠὲ λαγωοί ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται. καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλʼ ἐπὶ καὶ τούς. ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο. οὐ γὰρ ὅ γε Φρυγίηι περ ὑπὸ δρυὶ γυῖα θεωθείς παύσατʼ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη, τῆι ποτʼ ἀροτριόωντι συνήντετο Θειοδάμαντι. σοὶ δʼ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν ὠκύθοον τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδουσιν· ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο ὕδατος, ὄφρʼ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη. αὐτὴ δʼ ἐς πατρὸς δόμον ἔρχεαι· οἳ δέ σʼ ἐφʼ ἕδρην πάντες ὁμῶς καλέουσι· σὺ δʼ Ἀπόλλωνι παρίζεις. ἡνίκα δʼ αἱ νύμφαι σε χορῶι ἔνι κυκλώσονται ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο ἢ Πιτάνης (καὶ γὰρ Πιτάνη σέθεν) ἢ ἐνὶ Λίμναις, ἢ ἵνα δαῖμον Ἀλὰς Ἀραφηνίδας οἰκήσουσα ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δʼ εἴπαο τέθμια Ταύρων, μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ τετράγυον τέμνοιεν ὑπʼ ἀλλοτρίωι ἀροτῆρι· ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν εἰναετιζόμεναι κεραελκέες, αἳ μέγʼ ἄρισται