θηρίον ὅττι φέρηισθα· πάροιθέ γέ, πρίν περ ἱκέσθαι καρτερὸν Ἀλκεΐδην· νῦν δʼ οὐκέτι τοῦτον ἄεθλον Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα νεῖαι πῖον ἔδεσμα· θεοὶ δʼ ἐπὶ πάντες ἐκείνωι ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή, ταῦρον ὅτʼ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε χλούνην κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·