πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής, εἴην δʼ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή· τῆι ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή, ἐν δὲ καὶ Ἀπόλλων, ἐν δʼ οἵ σεο πάντες ἄεθλοι, ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα θηητὴν φορέουσιν, ὅτʼ ἐς Διὸς οἶκον ἐλαύνεις. ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῆισι δέχονται ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων