τίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη. οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι, κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη τετραπόδων, εὖ δʼ ὄλβος ἀέξεται· οὐδʼ ἐπὶ σῆμα ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν· οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρόν εἰνάτερες γαλόωι τε μίαν πέρι δίφρα τίθενται.