τὸ τρίτον αὖτʼ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτʼ ἐπὶ δρῦν, ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλὰ τέλεσκον, σχέτλιοι· οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν· κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη, κείρονται δὲ γέροντες ἐφʼ υἱάσιν, αἱ δὲ γυναῖκες ἢ βληταὶ θνήισκουσι λεχωίδες ἠὲ φυγοῦσαι