πέντʼ ἔσαν αἱ πᾶσαι· πίσυρας δʼ ἕλες ὦκα θέουσα νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι. τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν Ἥρης ἐννεσίηισιν, ἀέθλιον Ἡρακλῆι ὕστερον ὅφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο. Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι ἔντεα καὶ ζώνη, χρύσεον δʼ ἐζεύξαο δίφρον, ἐν δʼ ἐβάλευ χρύσεια θεὴ κεμάδεσσι χαλινά.