Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι) ὑμνέομεν, τῆι τόξα λαγωβολίαι τε μέλονται καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι, ἄρχμενοι, ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα ʼδός μοι παρθενίην αἰώνιον ἄππα φυλάσσειν, καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζηι. δὸς δʼ ἰοὺς καὶ τόξα — ἔα πάτερ, οὔ σε φαρέτρην