τρεῖς δὲ παρουαίους παρουαίους Schneider after M. Haupt who conjectured παρωαίους , cf. Hesych. s.vv. παρωάς and πάρωος , Arist. H.A. ix. 45, etc.; παρουατίους . ἕνα δʼ αἰόλον, οἵ ῥα λέοντας αὐτοὺς αὖ ἐρύοντες, ὅτε δράξαιντο δεράων, εἷλκον εἷλκον e, cf. Nonn. 25. 188; εἶλον A. ἔτι ζώοντας ἐπʼ αὐλίον, ἑπτὰ δʼ ἔδωκε θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν, καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαὶ σημῆναι, καὶ ζορκὸς ἐπʼ ἴχνιον ἡγήσασθαι. ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο) εὗρες ἐτί προμολῇσʼ ὄρεος τοῦ Παρρασίοιο σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἱ μὲν ἑπʼ ὄχθῃς αἰὲν ἐβουκολέοντο μελαμψήφιδος Ἀναύρου, μάσσονες ἢ ταῦροι, κεράων δʼ ἀπελάμπετο χρυσός· ἐξαπίνης δʼ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη. πέντʼ ἔσαν αἱ πᾶσαι· πίσυρας δʼ ἕλες ὦκα θέουσα νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι. τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν Ἡρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆι ὕστερον ὕστερον schol. Apoll. Rh. i. 996; ὕστατον . ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο. Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι ἔντεα καὶ ζώνη, χρύσεον δʼ ἐζεύξαο δίφρον, ἐν δʼ ἐβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά. ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατʼ ἀείρειν; Αἵμῳ ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα. ποῦ δʼ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης; Μυσῷ ἐν Οὐλύμπῳ, φάεος δʼ ἐνέηκας ἀυτμὴν ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί. ποσσάκι δʼ ἀργυρέοιο, θεή, πειρήσαο τόξου; πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,