εὖτʼ ἔμολεν Λητώ σε μετʼ ἀγκαλίδεσσι φέρουσα, Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη, Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι, στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης, ὤλοψας δὲ βίηφι· τὸ δʼ ἄτριχον εἰσέτι καὶ νῦν μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσην κόρσῃ Vindob. 318, Vossian. 59. φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματʼ ἀλώπηξ. τῶ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος Κύκλωπες, κἠμοί κἠμοί Meineke; ἢ ἤ μοι . τι Κυδώνιον εἰ δʼ ἄγε τόξον ἠδʼ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων. αἰ δέ κʼ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν. ἔννεπες· οἱ δʼ ἐτέλεσσαν· ἄφαρ δʼ ὡπλίσσαο, δαῖμον, αἶψα δʼ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δʼ αὖλιν Ἀρκαδικὴν ἔπι Πανός. ὁ δὲ κρέα λυγκὸς ἔταμνε Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν. τὶν δʼ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγοὺς τρεῖς δὲ παρουαίους παρουαίους Schneider after M. Haupt who conjectured παρωαίους , cf. Hesych. s.vv. παρωάς and πάρωος , Arist. H.A. ix. 45, etc.; παρουατίους . ἕνα δʼ αἰόλον, οἵ ῥα λέοντας αὐτοὺς αὖ ἐρύοντες, ὅτε δράξαιντο δεράων, εἷλκον εἷλκον e, cf. Nonn. 25. 188; εἶλον A. ἔτι ζώοντας ἐπʼ αὐλίον, ἑπτὰ δʼ ἔδωκε θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν, καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαὶ σημῆναι, καὶ ζορκὸς ἐπʼ ἴχνιον ἡγήσασθαι. ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο) εὗρες ἐτί προμολῇσʼ ὄρεος τοῦ Παρρασίοιο σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἱ μὲν ἑπʼ ὄχθῃς