ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον· ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην. αἱ νύμφαι δʼ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα πρηόσιν Ὀσσαίοισιν ὀσσείοισιν ( -ησιν ); corr. Meineke. ἐοικότα, πᾶσι δʼ ὑπʼ ὀφρὺν φάεα μουνόγληνα σάκει ἴσα τετραβοείῳ δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν ἄκμονος ἠχήσαντος ἐπὶ ἐπὶ Bentley ; ἐπεὶ . μέγα πουλύ τʼ ἄημα φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη, αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει, εὖθʼ οἵ γε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον ἀμβολαδὶς τετυπόντες ἐπὶ ἐπὶ Stephanus, Bentley; ἐπεὶ . μέγα μοχθήσειαν. τῶ σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι οὔτʼ ἄωτην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι. οὐ νέμεσις· κείνους γε κείνους δὲ ; corr. Meineke. καὶ αἱ μάλα μηκέτι τυτθαὶ