πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλῳ στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν πλἥσ(σ)ωσιν MSS.; πλίσσωσιν Arnaldus; ῥήσσωσιν de Jan. ὁμαρτῇ· οὐ γάρ πω νέβρεια διʼ ὀστέα τετρήναντο, ἔργονʼ Ἀθηναίης ἐλάφῳ κακόν· ἔδραμε δʼ ἠχὼ Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἱ δὲ πόδεσσιν οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι. κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον δωμήθη, τοῦ δʼ οὔτε θεώτερον ὄψεται ἠὼς οὐδʼ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι. τῶ ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν ἤγαγε ἤλασε Et. Gud. Et. M. s. v. ἴσος . Κιμμερίων ψαμάθῳ ἴσον, οἵ ῥα παρʼ αὐτὸν κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης. ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν οὔτʼ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος ὅσσων ἐν λειμῶνι Καϋστρίῳ ἔσταν ἅμαξαι νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται. πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη. μή τις ἀτιμήσῃ τὴν Ἄρτεμιν· οὐδὲ γὰρ Οἰνεῖ βωμὸν ἀτιμήσαντι ἀτιμήσαντι e and Vindobon. 318; ἀτιμάσαντι Af; ἀτιμάσσαντι Schneider. καλοὶ πόλιν ἦλθον ἀγῶνες· μηδʼ ἐλαφηβολίην μηδʼ εὐστοχίην ἐριδαίνειν· οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγῳ ἔπι κόμπασε μισθῷ· μηδέ τινα μνᾶσθαι τὴν παρθένον· οὐδὲ γὰρ Ὦτος, οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν· μηδὲ χορὸν φεύγειν ἐνιαύσιον· οὐδὲ γὰρ Ἱππὼ ἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι· χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῇ.