μήτʼ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν, δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον ἥντινα λῇς· σπαρνὸν γὰρ ὅτʼ Ἄρτεμις ἄστυ κάτεισιν· οὔρεσιν οἰκήσω, πόλεσιν δʼ ἐπιμείξομαι ἀνδρῶν μοῦνον ὅτʼ ἐξείῃσιν ὑπʼ ὠδίνεσσι γυναῖκες τειρόμεναι καλέουσι βοηθόον, ᾗσί με Μοῖραι γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν, ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα μήτηρ, ἀλλʼ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων. ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανὐσσατο χεῖρας, μέχρις ἵνα ψαύσειε. πατὴρ δʼ ἐπένευσε γελάσσας, φῆ δὲ καταρρέζων ὅτε μοι τοιαῦτα θέαιναι τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης χωομένης ἀλέγοιμι. φέρευ, τέκος, ὅσσʼ ἐθελημὸς αἰτίζεις, καὶ δʼ ἄλλα πατὴρ ἔτι μείζονα δώσει. τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω, τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν εἴσεται, ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι· πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαι μεσσόγεως νήσους τε· καὶ ἐν πάσῃσιν ἔσονται Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς ἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος. ὣς ὁ μὲν εἰπὼν μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕλῃ· ἔνθεν ἐπʼ Ὠκεανόν· πολέας δʼ ἐπελέξατο νύμφας, πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους. χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,