κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα· κερδαλέῳ μύθῳ σε, θεή, μάλα τῷδε πινύσκει βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθὸν ὡς ἐμὲ κικλήσκωσιν. κικλήσκωσιν F and Voss. 59; -ουσιν AE. ἔα πρόκας ἠδὲ λαγωοὺς οὔρεα βόσκεσθαι· τί δέ κεν τί κεν . πρόκες ἠδὲ λαγωοὶ ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται. καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλʼ ἐπὶ καὶ τούς. ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο. οὐ γὰρ ὅ γε Φρυγίῃ περ ὑπὸ δρυὶ γυῖα θεωθεὶς παύσατʼ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη, τῇ ποτʼ ἀροτριόωντι συνήντετο Θειοδάμαντι. σοὶ δʼ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν ὠκύθοον ὠκύθοον e, cf. Hesych. s.v.; ὠκύθεον . τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδονσιν· ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο ὕδατος, ὄφρʼ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη. αὐτὴ δʼ ἐς πατρὸς δόμον ἔρχεαι· οἱ δέ σʼ ἐφʼ ἕδρην πάντες ὁμῶς καλέουσι· σὺ δʼ Ἀπόλλωνι παρίζεις. ἡνίκα δʼ αἱ νύμφαι σε χορῷ ἔνι κυκλώσονται ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο ἢ Πιτάνης (καὶ γὰρ Πιτάνη σέθεν) ἢ ἐνὶ Λίμναις, ἢ ἵνα, δαῖμον, Ἀλὰς Ἀραφηνίδας οἰκήσονσα ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δʼ εἴπαο τέθμια Ταύρων, μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ τετράγυον τέμνοιεν ὑπʼ ἀλλοτρίῳ ἀροτῆρι· ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν εἰναετιζόμεναι κεραελκέες, αἳ μέγʼ ἄρισται τέμνειν ὦλκα βαθεῖαν· ἐπεὶ θεὸς οὔποτʼ ἐκεῖνον