οἷς οὓς d and Paris. 456. δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι, κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη τετραπόδων, εὖ δʼ ὄλβος ἀέξεται· οὐδʼ ἐπὶ σῆμα ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν· οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρὸν εἰνάτερες γαλόῳ τε μίαν περὶ δίφρα τίθενται. πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής, εἴην δʼ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή· τῇ ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή, ἐν δὲ καὶ Ἀπόλλων, ἐν δʼ οἵ σεο πάντες ἄεθλοι, ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα θηητὴν φορέουσιν, ὅτʼ ἐς Διὸς οἶκον ἐλαύνεις. ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῇσι δέχονται ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων θηρίον ὅττι φέρῃσθα· πάροιθέ γέ, γε Blomf.; δέ . πρίν περ ἱκέσθαι καρτερὸν Ἀλκεΐδην· νῦν δʼ οὐκέτι τοῦτον ἄεθλον Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα νεῖαι πῖον ἔδεσμα· θεοὶ δʼ ἐπὶ πάντες ἐκείνῳ ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή, ταῦρον ὅτʼ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε ὅ γε d; ὅτε . χλούνην κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα· κερδαλέῳ μύθῳ σε, θεή, μάλα τῷδε πινύσκει βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθὸν ὡς ἐμὲ κικλήσκωσιν. κικλήσκωσιν F and Voss. 59; -ουσιν AE. ἔα πρόκας ἠδὲ λαγωοὺς οὔρεα βόσκεσθαι· τί δέ κεν τί κεν . πρόκες ἠδὲ λαγωοὶ ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.