αἰὲν ἐβουκολέοντο μελαμψήφιδος Ἀναύρου, μάσσονες ἢ ταῦροι, κεράων δʼ ἀπελάμπετο χρυσός· ἐξαπίνης δʼ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη. πέντʼ ἔσαν αἱ πᾶσαι· πίσυρας δʼ ἕλες ὦκα θέουσα νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι. τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν Ἡρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆι ὕστερον ὕστερον schol. Apoll. Rh. i. 996; ὕστατον . ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο. Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι ἔντεα καὶ ζώνη, χρύσεον δʼ ἐζεύξαο δίφρον, ἐν δʼ ἐβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά. ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατʼ ἀείρειν; Αἵμῳ ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα. ποῦ δʼ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης; Μυσῷ ἐν Οὐλύμπῳ, φάεος δʼ ἐνέηκας ἀυτμὴν ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί. ποσσάκι δʼ ἀργυρέοιο, θεή, πειρήσαο τόξου; πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν, τὸ τρίτον αὖτʼ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτʼ ἐπὶ δὴν δὴν Editor; δρῦν . ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλά τέλεσκον, σχέτλιοι· οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν· κτήνεά φιν λοιμὸς λιμὸς A. καταβόσκεται, ἔργα δὲ πάχνη, κείρονται δὲ γέροντες ἐφʼ υἱάσιν, αἱ δὲ γυναῖκες ἢ βληταὶ θνῄσκουσι λεχωίδες ἠὲ φυγοῦσαι τίκτουσιν τῶν τῶν δ᾽ MSS.; corr. Cobet. οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.