Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι) ὑμνέομεν, τῇ τόξα λαγωβολίαι τε μέλονται καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι, ἄρχμενοι, ἄρχμενοι Blomfield, cf. fr. 9 b and now Aitia iii. 1. 56, Herodian i. p. 471, ii. p. 190 and p. 252 Lentz; ἀρχόμενοι or ἀρχόμενος MSS. ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν, καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ. δὸς δʼ ἰοὺς καὶ τόξα—;ἔα, πάτερ, οὔ σε Φαρέτρην οὐδʼ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀιστοὺς αὐτίκα τεχνήσονται, ἐμοὶ δʼ εὐκαμπὲς ἄεμμα· ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα ζώννυσθαι λεγνωτόν, ἵνʼ ἄγρια θηρία καίνω. δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας, πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους. δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας, αἵ τέ μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας μήτʼ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν, δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον ἥντινα λῇς· σπαρνὸν γὰρ ὅτʼ Ἄρτεμις ἄστυ κάτεισιν· οὔρεσιν οἰκήσω, πόλεσιν δʼ ἐπιμείξομαι ἀνδρῶν μοῦνον ὅτʼ ἐξείῃσιν ὑπʼ ὠδίνεσσι γυναῖκες τειρόμεναι καλέουσι βοηθόον, ᾗσί με Μοῖραι γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν, ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα μήτηρ, ἀλλʼ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων. ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανὐσσατο χεῖρας, μέχρις ἵνα ψαύσειε. πατὴρ δʼ ἐπένευσε γελάσσας, φῆ δὲ καταρρέζων ὅτε μοι τοιαῦτα θέαιναι τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης