στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα Ὑψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο. οὐ κείνου χορὸν εἶδε θεώτερον ἄλλον Ἀπόλλων, οὐδὲ πόλει τόσʼ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνηι, μνωόμενος προτέρης ἁρπακτύος. οὐδὲ μὲν αὐτοί Βαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτεισαν. ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτο Δελφός τοι πρώτιστον ἐφύμνιον εὕρετο λαός, ἦμος ἑκηβολίην χρυσέων ἐπεδείκνυσο τόξων. Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ, αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες ἄλλον ἐπʼ ἄλλωι βάλλων ὠκὺν ὀιστόν, ἐπηύτησε δὲ λαός, ἱὴ ἱὴ παιῆον, ἵει βέλος, εὐθύ σε μήτηρ γείνατʼ ἀοσσητῆρα · τὸ δʼ ἐξέτι κεῖθεν ἀείδηι. ὁ Φθόνος Ἀπόλλωνος ἐπʼ οὔατα λάθριος εἶπεν οὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδʼ ὅσα πόντος ἀείδει . τὸν Φθόνον ὡπόλλων ποδί τʼ ἤλασεν ὧδέ τʼ ἔειπεν· Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλά λύματα γῆς καὶ πολλὸν ἐφʼ ὕδατι συρφετὸν ἕλκει. Δηοῖ δʼ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι μέλισσαι, ἀλλʼ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπει πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον . χαῖρς ἄναξ· ὁ δὲ Μῶμος, ἵνʼ ὁ Φθόνος, ἔνθα νέοιτο.