τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῆι δʼ ἐπεδείξατο νύμφηι στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα Ὑψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο. οὐ κείνου χορὸν εἶδε θεώτερον ἄλλον Ἀπόλλων, οὐδὲ πόλει τόσʼ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνηι, μνωόμενος προτέρης ἁρπακτύος. οὐδὲ μὲν αὐτοί Βαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτεισαν. ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτο