ποικίλʼ ἀγινεῦσι ζεφύρου πνείοντος ἐέρσην, χείματι δὲ κρόκον ἡδύν· ἀεὶ δέ τοι ἀέναον πῦρ, οὐδέ ποτε χθιζὸν περιβόσκεται ἄνθρακα τέφρη. ἦ ῥʼ ἐχάρη μέγα Φοῖβος, ὅτε ζωστῆρες Ἐνυοῦς ἀνέρες ὠρχήσαντο μετὰ ξανθῆισι Λιβύσσαις, τέθμιαι εὖτέ σφιν Καρνειάδες ἤλυθον ὧραι. οἳ δʼ οὔπω πηγῆισι Κύρης ἐδύναντο πελάσσαι Δωριέες, πυκινῆν δὲ νάπαις Ἄζιλιν ἔναιον.