ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο ἤγαγε Θηραίην ἐς ἀπόκτισιν· ἐκ δέ σε Θήρης οὖλος Ἀριστοτέλης Ἀσβυστίδι πάρθετο γαίηι, δεῖμε δέ τοι μάλα καλὸν ἀνάκτορον, ἐν δὲ πόληι θῆκε τελεσφορίην ἐπετήσιον, ἧι ἐνὶ πολλοί ὑστάτιον πίπτουσιν ἐπʼ ἰσχίον, ὦ ἄνα, ταῦροι. ἱὴ ἱὴ Καρνεῖε πολύλλιτε, σεῖο δὲ βωμοί ἄνθεα μὲν φορέουσιν ἐν εἴαρι τόσσα περ Ὧραι