ἡμετέροις βασιλεῦσιν· ἀεὶ δʼ εὔορκος Ἀπόλλων. ὤπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι, πολλοὶ δὲ Κλάριον, πάντη δέ τοι οὔνομα πουλύ· αὐτὰρ ἐγὼ Καρνεῖον· ἐμοὶ πατρώιον οὕτω. Σπάρτη τοι Καρνεῖε τὸ δὴ πρώτιστον ἔδεθλον, δεύτερον αὖ Θήρη, τρίτατόν γε μὲν ἄστυ Κυρήνης. ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο ἤγαγε Θηραίην ἐς ἀπόκτισιν· ἐκ δέ σε Θήρης οὖλος Ἀριστοτέλης Ἀσβυστίδι πάρθετο γαίηι, δεῖμε δέ τοι μάλα καλὸν ἀνάκτορον, ἐν δὲ πόληι θῆκε τελεσφορίην ἐπετήσιον, ἧι ἐνὶ πολλοί ὑστάτιον πίπτουσιν ἐπʼ ἰσχίον, ὦ ἄνα, ταῦροι. ἱὴ ἱὴ Καρνεῖε πολύλλιτε, σεῖο δὲ βωμοί ἄνθεα μὲν φορέουσιν ἐν εἴαρι τόσσα περ Ὧραι ποικίλʼ ἀγινεῦσι ζεφύρου πνείοντος ἐέρσην, χείματι δὲ κρόκον ἡδύν· ἀεὶ δέ τοι ἀέναον πῦρ, οὐδέ ποτε χθιζὸν περιβόσκεται ἄνθρακα τέφρη. ἦ ῥʼ ἐχάρη μέγα Φοῖβος, ὅτε ζωστῆρες Ἐνυοῦς ἀνέρες ὠρχήσαντο μετὰ ξανθῆισι Λιβύσσαις, τέθμιαι εὖτέ σφιν Καρνειάδες ἤλυθον ὧραι. οἳ δʼ οὔπω πηγῆισι Κύρης ἐδύναντο πελάσσαι Δωριέες, πυκινῆν δὲ νάπαις Ἄζιλιν ἔναιον. τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῆι δʼ ἐπεδείξατο νύμφηι