καὶ Λιβύην ἐσιόντι κόραξ ἡγήσατο λαῶι δεξιὸς οἰκιστῆρι καὶ ὤμοσε τείχεα δώσειν ἡμετέροις βασιλεῦσιν· ἀεὶ δʼ εὔορκος Ἀπόλλων. ὤπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι, πολλοὶ δὲ Κλάριον, πάντη δέ τοι οὔνομα πουλύ· αὐτὰρ ἐγὼ Καρνεῖον· ἐμοὶ πατρώιον οὕτω. Σπάρτη τοι Καρνεῖε τὸ δὴ πρώτιστον ἔδεθλον, δεύτερον αὖ Θήρη, τρίτατόν γε μὲν ἄστυ Κυρήνης.