τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε καλῆι ἐν Ὀρτυγίηι περιηγέος ἐγγύθι λίμνης. Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν Κυνθιάδων φορέεσκεν, ὃ δʼ ἔπλεκε βωμὸν Ἀπόλλων. δείματο μὲν κεράεσσιν ἐδέθλια, πῆξε δὲ βωμὸν ἐκ κεράων, κεραοὺς δὲ πέριξ ὑπεβάλλετο τοίχους. ὧδʼ ἔμαθεν τὰ πρῶτα θεμείλια Φοῖβος ἐγείρειν. Φοῖβος καὶ βαθύγειον ἐμὴν πόλιν ἔφρασε Βάττωι