ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες δεύοιντο βρεφέων ἐπιμηλάδες ἧισιν Ἀπόλλων βοσκομένηισʼ ὀφθαλμὸν ἐπήγαγεν· οὐδʼ ἀγάλακτες οἴιες οὐδʼ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι, ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο. Φοίβωι δʼ ἑσπόμενοι πόλιας διεμετρήσαντο ἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ κτιζομένηισʼ, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει.