κεῖνος ὀιστευτὴν ἔλαχʼ ἀνέρα, κεῖνος ἀοιδόν (Φοίβωι γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή), κείνου δὲ θριαὶ καὶ μάντιες· ἐκ δέ νυ Φοίβου ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο. Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου, ἐξότʼ ἐπʼ Ἀμφρυσσῶι ζευγίτιδας ἔτρεφεν ἵππους ἠιθέου ὑπʼ ἔρωτι κεκαυμένος Ἀδμήτοιο. ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες δεύοιντο βρεφέων ἐπιμηλάδες ἧισιν Ἀπόλλων βοσκομένηισʼ ὀφθαλμὸν ἐπήγαγεν· οὐδʼ ἀγάλακτες οἴιες οὐδʼ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι, ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο. Φοίβωι δʼ ἑσπόμενοι πόλιας διεμετρήσαντο ἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ κτιζομένηισʼ, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει. τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε καλῆι ἐν Ὀρτυγίηι περιηγέος ἐγγύθι λίμνης. Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν Κυνθιάδων φορέεσκεν, ὃ δʼ ἔπλεκε βωμὸν Ἀπόλλων. δείματο μὲν κεράεσσιν ἐδέθλια, πῆξε δὲ βωμὸν ἐκ κεράων, κεραοὺς δὲ πέριξ ὑπεβάλλετο τοίχους.