χρύσεα καὶ τὰ πέδιλα· πολύχρυσος γὰρ Ἀπόλλων. καὶ δὲ πολυκτέανος· Πυθῶνί κε τεκμήραιο. καὶ μὲν ἀεὶ καλὸς καὶ ἀεὶ νέος· οὔποτε Φοίβου θηλείηισʼ οὐδʼ ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς. αἱ δὲ κόμαι θυόεντα πέδωι λείβουσιν ἔλαια. οὐ λίπος Ἀπόλλωνος ἀποστάζουσιν ἔθειραι, ἀλλʼ αὐτὴν πανάκειαν· ἐν ἄστεϊ δʼ ὦι κεν ἐκεῖναι πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντʼ ἐγένοντο.